ἐκ

ἐκ
ἐκ, ἐξ (ἐξ before vowels: following its noun O. 7.91, O. 13.29, P. 2.19, O. 8.59 coni.: repeated P. 4.161, O. 9.68, Θρ. 3. 3 cod.; combined with
1

ἀπό P. 4.174

, cf. O. 6.101, N. 5.7; separated from its noun by a verb P. 4.121) prep. c. gen.
1 from
a with verb of movement.

βασιλεὺς δ' ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ ἐκ Πυθῶνος O. 6.48

Λικύμνιον ἐλθόντ' ἐκ θαλάμων Μιδέας O. 7.29

βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς νᾶσος O. 7.69

ἀφίκοντο δέ οἱ ξένοι ἔκ τ' Ἄργεος ἔκ τε Θηβᾶν O. 9.68

στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας O. 13.29

ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα O. 13.60

τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί P. 1.22

ἐξ ὠκεανοῦ φέρομεν ἐννάλιον δόρυP. 4.26κατακλυσθεῖσαν ἐκ δούρατος” (sc. βώλακα) P. 4.38βέλος ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενονP. 4.91 ἐκ δὲ Μεσσάνας Ἀμυ- θάν (sc. ἦλθε) P. 4.126

ἦλθον ἔκ τε Πύλου καὶ ἀπ' ἄκρας Ταινάρου P. 4.174

ἦλθες ἐξ ἀγλαῶν ἀέθλων P. 5.52

ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων παῖς N. 6.12

φιάλαισι ἅς ποθ' ἵπποι πέμψαν ἐκ τᾶς ἱερᾶς Σικυῶνος N. 9.53

ἐκ δὲ Πελλάνας (sc. ἀπέβαν) N. 10.44 ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας; I. 7.10 ]

ἄπεπλος ἐκ λεχέων νεοτόκων [ ]νόρουσε Pae. 20.14

]βαμεν ἐξ Ὀλύμπου Pae. 22.6

προβάτων γὰρ ἐκ πάντων κελάρυξεν θηλᾶν γάλα fr. *104b. 1.* ποι]κίλω[ν ἐ]κ λεχέω[ν ἀπέ]διλ[ος (supp. Lobel )fr. 169. 36.
b esp. (release, free, take, separate) from. τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀιστοὺς ἱέντες; O. 2.90

παῖδα ἔλυσεν ἐξ ἀτιμίας O. 4.20

ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δὔ ἄγκυραι O. 6.101

ἄνδρ' ἐκ θανάτου κομίσαι P. 3.56

παῖδ' ἐκ νεκροῦ ἅρπασε P. 3.43

ἐκ προτέρων μεταμειψάμενοι καμάτων P. 3.96

ἐκ πόντου σαώθη ἔκ τε ματρυιᾶς ἀθέων βελέωνP. 4.161—2.

Κυράνας· τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοίδας ἅρπασ P. 9.5

ἐκ λεχέων κεῖραι μελιαδέα ποίαν;” P. 9.37

τὸν δὴ ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος P. 11.18

ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο P. 12.18

βίαια πάντ' ἐκ ποδὸς ἐρύσαις N. 7.67

ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.30

(ἄρουρα)

ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ I. 1.37

ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων I. 4.22

ἐκ μεγάλων δὲ πενθέων λυθέντες I. 8.6

ἐκ πυ[ρ ἁρπά]ξαισα[ (supp. Lobel) Θρ. 4. 2.
c (arising, coming) from, in various senses.
I from (persons).

μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων τοῖς O. 6.74

εἰ δ' ἐγὼ Μελησία ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ O. 8.54

τὸ δ' ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ i. e. as for what comes from Zeus N. 11.43 τὸ γάρ ἐστι μόνον ἐκ θεῶν sc. the soul fr. 131b. 3. esp. born of, descended from

τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται O. 7.23

ἀλλ' ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς O. 10.86

σάφα δαεὶς ἅ τε οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν ἔχρεον O. 7.91

βασιλεύς, ἐξ ὠκεανοῦ γένος ἥρως δεύτερος P. 9.14

πατρὸς δ' ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλέος βασιλεύει P. 10.2

ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηίδων Αἰακίδας ἐγέραιρεν N. 5.7

ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι N. 6.1

συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἶμ' ἀπὸ Σπάρτας καὶ παῤ Ἰσμηνοῦ ῥοᾶν κεκραμένον ἐκ Μελανίπποιο μάτρωος N. 11.37

λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε τελέσαιI. 6.45 φιλόμαχον γένος ἐκ Περσέος fr. 164.
II from (things), (won) from, ἐρέω ταύταν χάριν, τὰν δ' ἔπειτ ἀνδρῶν μάχας ἐκ παγκρατίου (Schr.: μάχαν codd.) O. 8.59

ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64

Ὀλυμπίᾳ στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος O. 12.18

κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν N. 2.19

ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων I. 1.11

ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται *fr. 181*. (developing) from, out of,

ἐξ ὀνείρου δαὐτίκα ἦν ὕπαρ O. 13.66

πολλὰν δ' ὄρει πῦρ ἐξ ἑνὸς σπέρματος ἐνθορὸν ἀίστωσεν ὕλαν P. 3.36

φαμὶ γὰρ τᾶσδ' ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαιP. 4.14

ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων P. 4.121

μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

εἰρεσία δ' ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος P. 4.202

ἀοιδοὶ ἄρχονται Διὸς ἐκ προοιμίου N. 2.3

(ἄρουραι)

βίον ἀνδράσιν ἐπηετανὸν ἐκ πεδίων ἔδοσαν N. 6.10

]ἐκ φρεν[ὸς (supp. Snell) Πα. 7A. 5. ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν fr. 123. 4. ἔντι [δὲ καὶ] θάλλοντος ἐκ κισσοῦ στεφάνων Διο[νύσου (sc. ἀοιδαί: supp. Wil., Schneidewin: ἐκ etiam ante Διο- habet cod.: del. Wil.) Θρ. 3. 3. = fr. 128 Schr. ψυχὰς ἐκ τᾶν βασιλῆες ἀγαυοὶ αὔξοντ fr. 133. 3.
III of place of origin

ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ' ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος O. 9.14

δέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ P. 12.5

κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ Ζεὺς N. 5.34

IV of source of sounds,

τῷ μὲν ὁ χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον εἶπε O. 7.32

ὦρσεν (Ἀχιλλεὺς)

πυρὶ καιόμενος ἐκ Δαναῶν γόον P. 3.103

ἐκ νεφέων δέ οἱ ἀντάυσε βροντᾶς αἴσιον φθέγμα P. 4.197

αὐτίκα δ' ἐκ μεγάρων Χίρωνα προσήνεπε φωνᾷ P. 9.29

ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ' ἐρικλάγκταν γόον P. 12.20

αἴνιγμα παρθένοἰ ἐξ ἀγριᾶν γνάθων fr. 177d.
d ἐξ ἀργυρέων κεράτων πινόντες fr. 166. 4.
2 of time.
a after, from (the time of)

χώραν Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ O. 8.30

Λοκρὶς παρθένος πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖσ' ἀσφαλές P. 2.19

ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.39

θεῷ δὲ δυνατὸν μελαίνας ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος fr. 108b. 2. cf. O. 13.66 esp. ἐξ ἀρχᾶς, from the beginning

ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον O. 7.20

ἀλλ' ἐν ἕκτᾳ πάντα λόγον θέμενος σπουδαῖον ἐξ ἀρχᾶς ἀνὴρ συγγενέσιν παρεκοινᾶθ P. 4.132

ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.20

b ἐξ οὗ
a from the time when

ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς O. 2.38

II and ever since, and from then on

ἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν O. 6.71

ἐξ οὗ παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότου αἰχμᾶς O. 9.76

3 of agency, in various senses.
a of persons
I by

θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν P. 4.72

II of gods, by the will, gift, agency of

ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν P. 10.20

Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν I. 3.5

b of things.
I by

Νεστόρειον γὰρ ἵππος ἅρμἐπέδα Πάριος ἐκ βελέων δαιχθείς P. 6.33

II as a result of; from, by reason of

Νέστορα ἐξ ἐπέων κελαδεννῶν γινώσκομεν P. 3.113

ὁ δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις P. 8.90

τᾷ Δαιδάλου δὲ μαχαίρᾳ φύτευέ οἱ θάνατον ἐκ λόχου Πελίαο παῖς N. 4.60

ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα N. 9.44

4 from, of expressing distinction from a group “μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 esp. beyond, above

κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

τῷ μὲν κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν ἱπποδρομίας P. 4.66

ἐκ δὲ περικτιόνων ἑκκαίδεκ' Ἀρισταγόραν ἀγλααὶ νῖκαι ἐστεφάνωσαν N. 11.19

5
a in tmesis. ἐκ δ' ἐγένοντο (v. ἑκγίνομαι) P. 2.46 ἐκ δὲ τελευτάσει (v. ἐκτελευτάω) P. 12.29 ἐκ δ' ἄῤ ἄτλατον δέος πλᾶξε (v. ἐκπλάσσω) N. 1.49
b divided from verb by verse end. ἐξ / ἄλλαξεν (v. ἐξαλλάσσω) I. 3.18
c fragg. ]

πρὶν Στυγὸς ὅρκιον ἐξ εὔ[ Pae. 6.155

]ν ὕμνων σέλας ἐξ ἀκαμαν[το Pae. 18.5


Lexicon to Pindar. . 2010.

Игры ⚽ Поможем написать реферат

Share the article and excerpts

Direct link
Do a right-click on the link above
and select “Copy Link”